Ancient Greek · ~2 min
Chapter 21
Iamblichus, Protrepticus 21.5
Not analysed yet
ε΄ Συγγενὲς δʼ ἐστὶ τούτῳ καὶ τὸ ἐφεξῆς· μελανούρου ἀπέχου· χθονίων γάρ ἐστι θεῶν. τὰ μὲν οὖν ἄλλα περὶ αὐτοῦ ἐν τῷ Περὶ συμβόλων ἐροῦμεν, ὅσα δὲ εἰς προτροπὴν ἁρμόζει, παραγγέλλει τῆς οὐρανίας πορείας ἀντέχεσθαι καὶ τοῖς νοεροῖς θεοῖς συνάπτεσθαι, τῆς τε ἐνύλου φύσεως χωρίζεσθαι καὶ περιάγεσθαι πρὸς τὴν ἄυλον καὶ καθαρὰν ζωήν, θεῶν τε θεραπείᾳ χρῆσθαι τῇ ἀρίστῃ καὶ μάλιστα τοῖς πρωτίστοις θεοῖς προσηκούσῃ. Ταῦτα μὲν οὖν εἰς θεῶν γνῶσιν καὶ θρησκείαν ποιεῖται τὴν παράκλησιν, εἰς δὲ σοφίαν τὰ τοιαῦτα·