Ancient Greek · ~3 min
Chapter 21
Iamblichus, Protrepticus 21.8
Not analysed yet
η΄ Τὸ δὲ μαχαίρῃ πῦρ μὴ σκάλευε φρονήσεώς ἐστι παρακλητικόν· ἐγείρει γὰρ ἡμῖν τὴν ἔννοιαν τὴν προσήκουσαν περὶ τοῦ μὴ δεῖν πυρὸς πλήρει καὶ θυμοῦ ἀνθρώπῳ μήτε ἀντιτιθέναι λόγον τεθηγμένον μήτε ἐρίζειν. πολλάκις γὰρ κινήσεις τῷ λόγῳ τὸν ἀμαθῆ καὶ ταράξεις καὶ πείσῃ δεινὰ καὶ ἀηδῆ. μάρτυς τοῖς λεχθεῖσιν Ἡράκλειτος· θυμῷ γάρ φησι μάχεσθαι χαλεπόν· ὅ τι γὰρ ἂν χρηίζῃ γίγνεσθαι, ψυχῆς ὠνέεται. καὶ τοῦτο ἀληθῶς εἶπε· πολλοὶ γὰρ χαριζόμενοι θυμῷ ἀντηλλάξαντο τὴν ἑαυτῶν ψυχὴν καὶ θάνατον φίλτερον ἐποιήσαντο. ἐκ δὲ τοῦ γλώσσης κρατεῖν καὶ εἶναι ἠρεμαῖον ἐκ μὲν νείκους γίγνεται φιλία σβεννυμένου πυρὸς θυμικοῦ, καὶ αὐτὸς οὐκ ἄφρων εἶναι δόξεις.