Ancient Greek · ~9 min
Chapter 21
Iamblichus, Protrepticus 21.Section praef
Not analysed yet
XXI. Τελευταῖον δὴ τρόπον εἰς προτροπὴν τίθεμεν τὸν ἀπὸ τῶν συμβόλων, τὸν μὲν ἴδιον ὄντα τῆς αἱρέσεως σεως καὶ ἀπόρρητον πρὸς τὰς ἄλλας ἀγωγάς, τὸν δὲ δημώδη καὶ κοινὸν πρὸς ἐκείνας, τρίτον δὲ παρʼ ἀμφότερα μέσον ἀμφοῖν οὔτε παντάπασι δημώδη οὔτε μὴν ἄντικρυς Πυθαγορικόν, ἀλλʼ οὐδὲ ἀπηλλαγμένον ὁλοσχερῶς ἑκατέρου. τῶν γὰρ λεγομένων Πυθαγορικῶν συμβόλων ὅσα ἂν ἀξιομνημόνευτα ἡμῖν φαίνηται καὶ τὸ προτρεπτικὸν εἶδος παραδεικνύῃ ἐκθέμενοι, διεγνώκαμεν ἐξήγησιν ποιήσασθαι τὴν πρέπουσαν αὐτῶν εἰς παράκλησιν, ἐκ τοῦ τοιούτου νομίζοντες πλήρη καὶ ἐντελεστέραν προτροπὴν εἰς φιλοσοφίαν ἐνήσειν τοῖς ἐντευξομένοις μᾶλλον ἢ εἰ διὰ πλειόνων στίχων ποιοίμεθα τὴν προτροπήν. καθὸ μὲν οὖν ἐξωτερικάς τινας ἐπιλύσεις καὶ κοινὰς πάσης φιλοσοφίας ἐντάξομεν αὐτῷ, κατὰ τοῦτο ἡγητέον αὐτὸ κεχωρίσθαι Πυθαγορικοῦ βουλήματος, καθὸ δὲ καὶ τὰς τῶν ἀνδρῶν τούτων κυριωτάτας περὶ ἑκάστου δόξας ἐγκαταμίξομεν, κατὰ τοῦτο πάλιν οἰκεῖον μὲν Πυθαγορικῶν, ἀλλότριον δὲ τῶν ἄλλων φιλοσόφων καλῶς ἔχει τίθεσθαι αὐτό. λεληθότως δέ, ὡς εἰκός, ἀποπαιδαγωγήσει μὲν τοῦτο ἡμᾶς ἀπὸ τῶν ἐξωτερικῶν ἐννοιῶν, προσάξει δὲ καὶ οἰκειώσει μάλιστα ταῖς προκειμέναις καὶ κατὰ τήνδε τὴν αἵρεσιν τεχνολογουμέναις παρακλήσεσιν, οἷά τις γέφυρα ἢ κλῖμαξ κάτωθεν ἄνω καὶ εἰς ὕψος ἐκ βάθους ἀνιμῶσα πολλοῦ καὶ ἀνάγουσα τὴν ἑκάστου τῶν γνησίως προσεξόντων διάνοιαν· εἰς γὰρ τὸ τοιοῦτο καὶ ἐμηχανήθη κατὰ μίμησιν καὶ ἀπόμαξιν τῶν προλεχθέντων. οἱ γὰρ παλαιότατοι καὶ αὐτῷ συγχρονήσαντες καὶ μαθητεύσαντες τῷ Πυθαγόρᾳ οὐ τῇ κοινῇ καὶ δημώδει καὶ τοῖς ἄλλοις ἅπασιν εἰωθυίᾳ λέξει τε καὶ ἑρμηνείᾳ ἐποιοῦντο συνετὰ καὶ εὐνόητα τοῖς ἀπλῶς ἀκούουσιν ἐξ ἐπιδρομῆς τε ἐντυγχάνουσιν, εὐπαρακολούθητα πειρώμενοι τίθεσθαι τὰ φραζόμενα ὑπʼ αὐτῶν, ἀλλὰ κατὰ τὴν νενομοθετημένην αὐτοῖς ὑπὸ Πυθαγόρου ἐχεμυθίαν μυστηρίων καὶ πρὸς τοὺς ἀτελεστέρους τρόπων ἀπορ- ρήτων ἥπτοντο καὶ διὰ συμβόλων ἐπέσκεπον τὰς πρὸς ἀλλήλους διαλέξεις ἢ συγγραφάς. καὶ εἰ μή τις αὐτὰ τὰ σύμβολα ἐκλέξας διαπτύξειε καὶ ἀμώκῳ ἐξηγήσει περιλάβοι, γελοῖα ἂν καὶ γραώδη δόξειε τοῖς ἐντυγχάνουσι τὰ λεγόμενα λήρου μεστὰ καὶ ἀδολεσχίας. ἵνʼ οὖν τὰ ῥήματʼ ἐκφανῆ καὶ τὸ εἰς προτροπὴν αὐτῶν ὄφελος κατάδηλον γένηται, κατὰ τὸ ἐξωτερικόν τε ἅμα καὶ κατὰ τὸ ἀκροατικὸν ἀποδώσομεν ἑκάστου συμβόλου τὰς ἐπιλύσεις, μηδὲ τὰ παρʼ αὐτοῖς ἀπόρρητα καὶ ἐχεμυθούμενα πρὸς τοὺς ἀνεισάκτους παραλιπόντες ἀνεξέταστα. ἔστω δὲ τὰ φρασθησόμενα σύμβολα ταῦτα·