Ancient Greek · ~4 min
Page 122
Iamblichus, Περὶ τῆς Νικομάχου ἀριθμητικῆς εἰσαγωγῆς 122
Not analysed yet
αὕτη διαφορὰ οὖσα τῆς δευτέρας συζυγίας εὑρίσκεται, τοῦ μὲν τέσσαρα ἡμίσεια οὖσα, τοῦ δὲ ϛʹ, γον. ἀλλὰ καὶ πρὸς τὸν δʹ συγκρινομένη οὐδὲν ἧττον διαφορὰν πρὸς αὐτὸν φυλάττει. καὶ ἐπειδὴ τῇ κατὰ τὰς διαφορὰς ποσότητι ἀδιαφοροῦσιν οἱ τρεῖς ὅροι οἱ βʹ δʹ ϛʹ, καὶ ποιότητι τῇ κατὰ τοὺς λόγους διαφέρουσι· διπλάσιος μὲν γὰρ ὁ δʹ τοῦ βʹ, ἡμιόλιος δὲ ὁ ϛʹ τοῦ δʹ. ὁ δὲ αὐτὸς ϛʹ πρὸς τὸν ἑξῆς ὁμοίως συγκρινόμενος τὸν θʹ, ποιότητι μὲν οὐ διοίσει· τὸν γὰρ αὐτὸν ἡμιόλιον λόγον φυλάξει, ὑπόλογον ἑαυτὸν παρέχων, ὥσπερ καὶ πρὸς τὸν δʹ τοῦ αὐτοῦ λόγου πρόλογος ἦν· τῇ δὲ κατὰ τὴν διαφορὰν ποσότητι διοίσει, εἴ γε πρὸς μὲν τὸν δʹ δυάς ἐστιν ἡ διαφορά, πρὸς δὲ τὸν θʹ τριάς. πάλιν ὁ θʹ πρὸς τὸν ϛʹ ἀλλὰ καὶ πρὸς τὸν ιβʹ συγκρινόμενος ποιότητι μὲν τῶν λόγων διοίσει, εἴ γε τοῦ μὲν ἡμιόλιος τοῦ δὲ ὑπεπίτριτός ἐστι, ποσότητι δὲ τῇ κατὰ τὰς διαφορὰς οὐ διοίσει· τριὰς γὰρ αὐτῷ διαφορὰ πρὸς ἑκάτερον. καὶ καθόλου ἔνθα μὲν τῇ κατὰ τὰς