Ancient Greek · ~2 min
ΚΓ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 103
Not analysed yet
Ἀναγκαιότατος δὲ παρ’ αὐτῷ τρόπος διδασκαλίας ὑπῆρχε καὶ ὁ διὰ τῶν συμβόλων. ὁ γὰρ χαρακτὴρ οὗτος καὶ παρ’ Ἕλλησι μὲν σχεδὸν ἅπασιν ἅτε παλαιότροπος ὢν ἐσπουδάζετο, ἐξαιρέτως δὲ παρ’ Αἰγυπτίοις ποικιλώτατα ἐπρεσβεύετο, κατὰ τὰ αὐτὰ δὲ καὶ παρὰ Πυθαγόρᾳ μεγάλης σπουδῆς ἐτύγχανεν, εἴ τις διαρθρώσειε σαφῶς τὰς τῶν Πυθαγορικῶν συμβόλων ἐμφάσεις καὶ ἀπορρήτους ἐννοίας, ὅσης ὀρθότητος καὶ ἀληθείας μετέχουσιν ἀποκαλυφθεῖσαι καὶ τοῦ αἰνιγματώδους ἐλευθερωθεῖσαι τύπου, προσοικειωθεῖσαι δὲ κατὰ ἀπλῆν καὶ ἀποίκιλον παράδοσιν ταῖς τῶν φιλοσόφων τούτων μεγαλοφυΐαις καὶ ὑπὲρ ἀνθρωπίνην ἐπίνοιαν θεωθεῖσαι.