Ancient Greek · ~3 min
ΚΓ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 105
Not analysed yet
καὶ εἰ μή τις αὐτὰ [τὰ σύμβολα] ἐκλέξας διαπτύξειε καὶ ἀμώκῳ ἐξηγήσει (περιλάβοι), γελοῖα ἂν καὶ γραώδη δόξειε τοῖς ἐντυγχάνουσι τὰ λεγόμενα λήρου μεστὰ καὶ ἀδολεσχίας. ἐπειδὰν μέντοι κατὰ τὸν τῶν συμβόλων τούτων τρόπον διαπτυχθῇ καὶ φανὰ καὶ εὐαυγῆ ἀντὶ σκοτεινῶν τοῖς πολλοῖς γένηται, θεοπροπίοις καὶ χρησμοῖς τισι τοῦ Πυθίου ἀναλογεῖ καὶ θαυμαστὴν ἐκφαίνει διάνοιαν, δαιμονίαν τε ἐπίπνοιαν ἐμποιεῖ τοῖς νενοηκόσι τῶν φιλολόγων. οὐ χεῖρον δὲ ὀλίγων μνημονεῦσαι ἕνεκα τοῦ σαφέστερον γενέσθαι τὸν τύπον τῆς διδασκαλίας. ὁδοῦ πάρεργον οὔτε εἰσιτέον εἰς ἱερὸν οὔτε προσκυνητέον τὸ παράπαν, οὐδ’ εἰ πρὸς ταῖς θύραις αὐταῖς παριὼν γένοιο· ἀνυπόδητος θῦε καὶ προσκύνει· τὰς λεωφόρους ὁδοὺς ἐκκλίνων διὰ τῶν ἀτραπῶν βάδιζε· περὶ Πυθαγορείων ἄνευ φωτὸς μὴ λάλει. τοιοῦτος, ὡς ἐν τύποις εἰπεῖν, ὁ τρόπος ἦν αὐτοῦ τῆς διὰ συμβόλων διδασκαλίας.