Ancient Greek · ~7 min
14 to 24
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 14-24
Not analysed yet
Ὅτι ἀρχὴν ἐποιεῖτο τῆς παιδεύσεως τὴν ἀνάμνησιν τῶν προτέρων βίων, οὓς αἱ ψυχαὶ πρότερον διεβίωσαν πρὶν εἰς τὰ σώματα ἀφικέσθαι, ἐν οἷς τότε ἐνοικοῦσαι ἐτύγχανον. Τίς ἡ δι’ αἰσθήσεως πρώτη εἰς παιδείαν ἀγωγὴ παρ’ αὐτῷ, καὶ πῶς ἐπηνωρθοῦτο τὰς ψυχὰς τῶν προσομιλούντων διὰ μουσικῆς, καὶ πῶς ταύτην αὐτὸς τὴν ἐπανόρθωσιν τελείαν εἶχε. Τίς ἡ καθαρτικὴ παρ’ αὐτῷ ἄσκησις ἦν καὶ αὐτὸς πῶς ἠσκεῖτο, τίς τε ἡ τελεωτέρα αὐτῷ τῆς φιλίας ἐπιτήδευσις ἦν, καὶ αὐτὴ προπαρασκευάζουσα εἰς φιλοσοφίαν ἐπιτηδείους. Πῶς τὴν δοκιμασίαν ἐποιεῖτο τῶν πρώτως προσιόντων ἑταίρων ὁ Πυθαγόρας, καὶ τίνας ἐποιεῖτο πείρας αὐτῶν τοῦ τρόπου πρὸ τῆς εἰς φιλοσοφίαν εἰσαγωγῆς. Εἰς πόσα γένη καὶ πῶς διεῖλε τοὺς ὁμιλητὰς ἑαυτοῦ ὁ Πυθαγόρας, καὶ διὰ τίνας αἰτίας οὕτως αὐτοὺς διέκρινεν. Ὅτι πολλὰς ὁδοὺς Πυθαγόρας ἀνεῦρε τῆς ὠφελίμου παιδεύσεως τῶν ἀνθρώπων, ἐν ᾧ λέγεται καὶ ἡ Ἀβάριδος πρὸς αὐτὸν αὐτοῦ συνουσία, πῶς τε αὐτὸν ἤγαγεν εἰς τὴν ἀκροτάτην σοφίαν καθ’ ἑτέρας ὁδοὺς παιδείας. Τίνα τὰ ἴδια ἀσκήματα τῆς Πυθαγορικῆς φιλοσοφίας καὶ πῶς αὐτὰ παρεδίδου Πυθαγόρας, καὶ πῶς ἐγύμναζε τοὺς ἀεὶ μεταλαμβάνοντας τῆς φιλοσοφίας. Περὶ ἐπιτηδευμάτων οἷα κατεστήσατο Πυθαγόρας καὶ δι’ ὅλης ἡμέρας παρέδωκε τοῖς ἑταίροις ἐπιμελῶς πράττειν, καὶ παραγγέλματά τινα τοῖς ἐπιτηδεύμασιν ὁμολογούμενα. Τίς ὁ τρόπος τῆς παιδείας ὁ διὰ τῶν Πυθαγορικῶν ἀποφάσεων καὶ τῶν εἰς τὸν βίον καὶ τὰς ἀνθρωπίνας ὑπολήψεις διατεινουσῶν. Τίς ἡ διὰ συμβόλων προτροπὴ εἰς φιλοσοφίαν, καὶ ἀπόρρητος δογμάτων ἔμφασις καὶ ἀποκεκρυμμένη μόνοις τοῖς εἰδόσι παιδείαν παρεδόθη ὑπὸ Πυθαγόρου κατὰ τὴν Αἰγυπτίων καὶ τῶν ἀρχαιοτάτων παρ’ Ἕλλησι θεολόγων συνήθειαν. Τίνων ἀπείχετο βρωμάτων καθόλου Πυθαγόρας καὶ τίνων τοῖς ἑταίροις ἀπέχεσθαι παρήγγελλε, καὶ πῶς ἄλλους καὶ ἄλλους νόμους ἐνομοθέτησε περὶ τούτου κατὰ τοὺς οἰκείους βίους ἑκάστοις καὶ διὰ τίνας αἰτίας.