Ancient Greek
ΚΗ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 143
Not analysed yet
καὶ Μυλλίαν τὸν Κροτωνιάτην ἀνέμνησεν ὅτι ἦν Μίδας ὁ Γορδίου, καὶ ᾤχετο ὁ Μυλλίας εἰς τὴν ἤπειρον, ποιήσων ὅσα ἐπὶ τῷ τάφῳ ἐκέλευσε. λέγουσι δὲ καὶ ὅτι τὴν οἰκίαν αὐτοῦ ὁ πριάμενος καὶ ἀνορύξας, ἃ μὲν εἶδεν οὐδενὶ ἐτολμησεν εἰπεῖν, ἀντὶ δὲ τῆς ἁμαρτίας ταύτης ἐν Κρότωνι ἱεροσυλῶν ἐλήφθη καὶ ἀπέθανε· τὸ γὰρ γένειον ἀποπεσὸν τοῦ ἀγάλματος τὸ χρυσοῦν ἐφωράθη λαβών. ταῦτά τε οὖν λέγουσι πρὸς πίστιν καὶ ἄλλα τοιαῦτα· ὡς δὲ τούτων τε ὁμολογουμένων καὶ ἀδυνάτου ὄντος περὶ ἄνθρωπον ἓνα ταῦτα συμβῆναι, ἤδη οἴονται σαφὲς εἶναι ὅτι ὡς παρὰ κρείττονος ἀποδέχεσθαι χρὴ τὰ παρ’ ἐκείνου λεχθέντα καὶ οὐχὶ ἀνθρώπου. ἀλλὰ καὶ τὸ ἀπορούμενον τοῦτο σημαίνειν·