Ancient Greek · ~3 min
ΚΗ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 145
Not analysed yet
ὅτι δ’ οὐδὲν ᾤοντο ἐκ ταὐτομάτου συμβαίνειν καὶ ἀπὸ τύχης, ἀλλὰ κατὰ θείαν πρόνοιαν, μάλιστα τοῖς ἀγαθοῖς καὶ εὐσεβέσι τῶν ἀνθρώπων, βεβαιοῖ τὰ ὑπὸ Ἀνδροκύδου ἐν τῷ περὶ Πυθαγορικῶν συμβόλων ἱστορούμενα περὶ Θυμαρίδου τοῦ Ταραντίνου, Πυθαγορικοῦ. ἀποπλέοντι γὰρ αὐτῷ καὶ χωριζομένῳ διά τινα περίστασιν, παρέστησαν οἱ ἑταῖροι ἀσπαζόμενοί τε καὶ προπεμπτικῶς ἀποτασσόμενοι. καί τις ἤδη ἐπιβάντι τοῦ πλοίου εἶπεν· ὅσα βούλει, παρὰ τῶν θεῶν (γένοιτό σοι), ὦ Θυμαρίδα. καὶ ὃς εὐφήμει ἔφη ἀλλὰ βουλοίμην μᾶλλον, ὅσ’ ἄν μοι παρὰ τῶν θεῶν γένηται. ἐπιστημονικὸν γὰρ τοῦτο ἡγεῖτο μᾶλλον καὶ εὔγνωμον, τὸ μὴ ἀντιτείνειν καὶ προσαγανακτεῖν τῇ θείᾳ προνοίᾳ. πόθεν δὴ οὖν τὴν τοσαύτην εὐσέβειαν παρέλαβον οὗτοι οἱ ἄνδρες, εἴ τις βούλοιτο μαθεῖν, ῥητέον ὡς τῆς Πυθαγορικῆς κατ’ ἀριθμὸν θεολογίας παράδειγμα ἐναργὲς ἔκειτο παρὰ Ὀρφεῖ.