Ancient Greek · ~3 min
ΚΗ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 150
Not analysed yet
ἐπέθυε δὲ θεοῖς λίβανον, κέγχρους, πόπανα, κηρία, σμύρναν, τὰ ἄλλα θυμιάματα, ζῷα δὲ αὐτὸς οὐκ ἔθυεν οὐδὲ τῶν θεωρητικῶν φιλοσόφων οὐδείς, τοῖς δὲ ἄλλοις τοῖς ἀκουσματικοῖς ἢ τοῖς πολιτικοῖς προστέτακτο σπανίως ἔμψυχα θύειν, ἤπου ἀλεκτρυόνα ἢ ἄρνα ἢ ἄλλο τι τῶν νεογνῶν, βοῦς δὲ μὴ θύειν. κἀκεῖνο δὲ τῆς εἰς θεοὺς τιμῆς αὐτοῦ τεκμήριον, τὸ παρηγγέλθαι μηδέποτε ὀμνύναι θεῶν ὀνόμασι καταχρωμένους. διόπερ καὶ Σύλλος, εἷς τῶν ἐν Κρότωνι Πυθαγορείων, ὑπὲρ τοῦ μὴ ὀμόσαι χρήματα ἀπέτισε, καίτοι εὐορκήσειν μέλλων. ἀναφέρεταί γε μὴν εἰς τοὺς Πυθαγορικοὺς καὶ τοιόσδε τις ὅρκος, αἰδῶ μὲν ποιουμένων ὀνομάζειν Πυθαγόραν, ὥσπερ καὶ θεῶν ὀνόμασι χρῆσθαι πολλὴν φειδὼ ἐποιοῦντο, διὰ τῆς εὑρέσεως τῆς τετρακτύος δηλούντων τὸν ἄνδρα· οὔ, μὰ τὸν ἁμετέρας σοφίας εὑρόντα τετρακτύν, παγὰν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν.