Ancient Greek · ~3 min
ΚΘ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 157
Not analysed yet
Περὶ δὲ τῆς σοφίας αὐτοῦ, ὡς μὲν ἁπλῶς εἰπεῖν, μέγιστον ἔστω τεκμήριον τὰ γραφέντα ὑπὸ τῶν Πυθαγσρείων ὑπομνήματα περὶ πάντων ἔχοντα τὴν ἀλήθειαν, καὶ στρογγύλα μὲν παρὰ τὰ ἄλλα πάντα, ἀρχαιοτρόπου δὲ καὶ παλαιοῦ πίνου διαφερόντως ὥσπερ τινὸς ἀχειραπτήτου χνοῦ προσπνέοντα, μετ’ ἐπιστήμης δὲ δαιμονίας ἄκρως συλλελογισμένα, ταῖς δὲ ἐννοίαις πλήρη τε καὶ πυκνότατα, ποικίλα τε ἄλλως καὶ πολύτροπα τοῖς εἴδεσι καὶ ταῖς ὕλαις, ἀπέρισσα δὲ ἐξαιρέτως ἅμα καὶ ἀνελλιπῆ τῇ φράσει καὶ πραγμάτων ἐναργῶν καὶ ἀναμφιλέκτων ὡς ὅτι μάλιστα μεστὰ μετὰ ἀποδείξεως ἐπιστημονικῆς καὶ πλήρους, τὸ λεγόμενον, συλλογισμοῦ, εἴ τις αἷς προσῆκεν ὁδοῖς κεχρημένος ἐπ’ αὐτὰ ἴοι μὴ παρέργως μηδὲ παρηκουσμένως ἀφοσιούμενος. ταῦτα τοίνυν ἄνωθεν τὴν περὶ τῶν νοητῶν καὶ τὴν περὶ θεῶν ἐπιστήμην παραδίδωσιν.