Ancient Greek · ~4 min
ΚΘ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 162
Not analysed yet
τοιοῦτον δή ἐστι τὸ ἀρχὴ δέ τοι ἥμισυ παντός, ἀπόφθεγμα Πυθαγόρου αὐτοῦ. οὐ μόνον δὲ ἐν τῷ παρόντι ἡμιστιχίῳ, ἀλλὰ καὶ ἐν ἑτέροις παραπλησίοις ὁ θειότατος Πυθαγόρας τὰ τῆς ἀληθείας ἐνέκρυπτε ζώπυρα τοῖς δυναμένοις ἐναύσασθαι, βραχυλογίᾳ τινὶ ἐναποθησαυρίζων ἀπερίβλεπτον καὶ παμπληθῆ θεωρίας ἔκτασιν, οἷονπερ καὶ ἐν τῷ ἀριθμῷ δέ τε πάντ’ ἐπέοικεν, ὁ δὴ πυκνότατα πρὸς ἅπαντας ἀπεφθέγγετο, ἢ πάλιν ἐν τῷ [φιλότης] ἰσότης φιλότης, ἢ ἐν τῷ κόσμος ὀνόματι, ἢ νὴ Δία ἐν τῷ φιλοσοφία, ἢ καὶ ἐν τῷ ἐστώ καὶ ἀειεστώ ἢ τὸ διαβοώμενον ἐν τῷ τετρακτύς. ταῦτα πάντα καὶ ἕτερα πλείω τοιαῦτα Πυθαγόρας πλάσματα καὶ ποιήματα εἰς ὠφέλειαν καὶ ἐπανόρθωσιν τῶν συνδιαγόντων ἐπενοεῖτο, καὶ οὕτως σεβαστὰ ἦν καὶ ἐξεθειάζετο ὑπὸ τῶν συνόντων, ὥστε εἰς ὅρκου σχήματα περιίστατο τοῖς ὁμακόοις· οὔ, μὰ τὸν ἁμετέρα γενεᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεως ῥιζώματ’ ἔχουσαν. τοῦτο μὲν οὕτω θαυμαστὸν ἦν τὸ εἶδος αὐτοῦ τῆς σοφίας.