Ancient Greek · ~2 min
ΛΑ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 187
Not analysed yet
Ἓπεται δὲ τῷ περὶ τούτων λόγῳ ὁ περὶ σωφροσύνης, ὣς τε αὐτὴν ἐπετήδευσε καὶ παρέδωκε τοῖς χρωμένοις. εἴρηται μὲν οὖν ἤδη τὰ κοινὰ παραγγέλματα περὶ αὐτῆς, ἐν οἷς πυρὶ καὶ σιδήρῳ τὰ ἀσύμμετρα πάντα ἀποκόπτειν διώρισται. τοῦ δὲ αὐτοῦ εἴδους ἐστὶν ἀποχὴ ἐμψύχων ἁπάντων καὶ προσέτι βρωμάτων τινῶν ἀκολάστων (ταῖς εὐαυγείαις τοῦ λογισμοῦ καὶ ταῖς εἰλικρινείαις ἐμποδιζόντων), καὶ τὸ παρατίθεσθαι μὲν ἐν ταῖς ἑστιάσεσι τὰ ἡδέα καὶ πολυτελῆ ἐδέσματα, ἀποπέμπεσθαι δὲ αὐτὰ τοῖς οἰκέταις ἕνεκα τοῦ κολάσαι μόνον τὰς ἐπιθυμίας παρατιθέμενα, καὶ τὸ χρυσὸν ἐλευθέραν μηδεμίαν φορεῖν, μόνας δὲ τὰς ἑταίρας.