Ancient Greek · ~3 min
ΛΑ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 193
Not analysed yet
ὃ δὲ περὶ τῶν γεγονότων διαπυθόμενος καὶ σφόδρα ἀθυμήσας ἐνέφαινεν. ἀλλ’ ὑμεῖς γε εἶπεν ὑπὲρ πάντων τῆς ἀξίας τεύξεσθε παρ’ ἐμοῦ τιμῆς, εἴ μοι συμβασιλεῦσαι θελήσετε. τοῦ δὲ Μυλλίου καὶ τῆς Τιμύχας πρὸς πάντα ἃ ἐπηγγέλλετο ἀνανευόντων, ἀλλὰ ἓν γέ με ἔφη διδάξαντες μετὰ τῆς ἐπιβαλλούσης προπομπῆς διασῴζεσθε. πυθομένου δὲ τοῦ Μυλλίου τί καί ποτ’ ἐστὶν ὂ μαθεῖν προθυμεῖται, ἐκεῖνο, εἶπεν ὁ Διονύσιος, τίς ἡ αἰτία δι’ ἣν οἱ ἑταῖροί σου ἀποθανεῖν μᾶλλον εἴλοντο ἢ κυάμους πατῆσαι; καὶ ὁ Μυλλίας εὐθὺς ἀλλ’ ἐκεῖνοι μὲν εἶπεν ὑπέμειναν, ἵνα μὴ κυάμους πατήσωσὶν, ἀποθανεῖν, ἐγὼ δὲ αἱροῦμαι, ἵνα τούτου σοι τὴν αἰτίαν μὴ ἐξείπω, κυάμους μᾶλλον πατῆσαι.