Ancient Greek · ~2 min
ΛΑ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 212
Not analysed yet
καθόλου δὲ παντελῶς ᾤοντο ῥᾳθύμου τινὸς εἶναι καὶ ἀπροσκέπτου τὸν μέλλοντα ζωοποιεῖν καὶ ἄγειν τινὰ τοῦτον εἰς γένεσίν τε καὶ οὐσίαν μὴ μετὰ πάσης σπουδῆς προορᾶν ὅπως ἔσται ὡς χαριεστάτη τῶν γινομένων ἡ εἰς τὸ εἶναί τε καὶ ζῆν ἄφιξις, ἀλλὰ τοὺς μὲν φιλόκυνας μετὰ πάσης σπουδῆς ἐπιμελεῖσθαι τῆς σκυλακείας ὅπως ἐξ ὧν δεῖ καὶ ὅτε δεῖ καὶ ὡς δεῖ διακειμένων προσηνῆ γίνηται τὰ σκυλάκια, ὡσαύτως δὲ καὶ τοὺς φιλόρνιθας,