Ancient Greek · ~3 min
ΛΒ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 217
Not analysed yet
ὁ δ’ Ἄβαρις μετῆγε τὸν λόγον ἀπὸ τούτων ἐπὶ τὰ πᾶσι φαινόμενα ἐναργῶς, καὶ ἀπὸ τῶν ἐν ἀμηχάνοις, ἤτοι πολέμοις ἀτλήτοις ἢ νόσοις ἀνιάτοις ἢ καρπῶν φθοραῖς ἢ λοιμῶν φοραῖς ἢ ἄλλοις τισὶ τοιούτοις παγχαλέποις καὶ ἀνηκέστοις, παραγιγνομένων δαιμονίων τινῶν καὶ θείων εὐεργετημάτων ἐπειρᾶτο συμπείθειν ὡς ἔστι θεία πρόνοια πᾶσαν ἐλπίδα ἀνθρωπίνην καὶ δύναμιν ὑπεραίρουσα. ὁ δὲ Φάλαρις καὶ πρὸς ταῦτα ἠναισχύντει τε καὶ ἀπεθρασύνετο. αὖθις οὖν ὁ Πυθαγόρας, ὑποπτεύων μὲν ὅτι Φάλαρις αὐτῷ ῥάπτοι θάνατον, ὅμως δὲ εἰδὼς ὡς οὐκ εἴη Φαλάριδι μόρσιμος, ἐξουσιαστικῶς ἐπεχείρει λέγειν. ἀπιδὼν γὰρ πρὸς τὸν Ἄβαριν ἔφη ὅτι οὐρανόθεν ἡ διάβασις εἴς τε τὰ ἀέρια καὶ τὰ ἐπίγεια φέρεσθαι πέφυκε,