Ancient Greek · ~2 min
ΛΓ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 239
Not analysed yet
Κλεινίαν γε μὴν τὸν Ταραντῖνον φασί, πυθόμενον ὡς Πρῶρος ὁ Κυρηναῖος, τῶν Πυθαγόρου λόγων ζηλωτὴς ὤν, κινδυνεύοι περὶ πάσης τῆς οὐσίας, συλλεξάμενον χρήματα πλεῦσαι ἐπὶ Κυρήνης καὶ ἐπανορθώσασθαι τὰ Πρώρου πράγματα, μὴ μόνον τοῦ μειῶσαι τὴν ἑαυτοῦ οὐσίαν ὀλιγωρήσαντα, ἀλλὰ μηδὲ τὸν διὰ τοῦ πλοῦ κίνδυνον περιστάντα. τὸν αὐτὸν δὲ τρόπον καὶ Θέστορα τὸν Ποσειδωνιάτην ἀκοῇ μόνον ἱστοροῦντα ὅτι Θυμαρίδης εἴη Πάριος τῶν Πυθαγορείων, ἡνίκα συνέπεσεν εἰς ἀπορίαν αὐτὸν καταστῆναι ἐκ πολλῆς περιουσίας, πλεῦσαι φασὶν εἰς τὴν Πάρον, ἀργύριον συχνὸν συλλεξάμενον, καὶ ἀνακτήσασθαι αὐτῷ τὰ ὑπάρξαντα.