Ancient Greek · ~2 min
ΛΔ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 243
Not analysed yet
ὁμολογούμενον δὲ δι’ ἑκατέρας τῶν ἱστοριῶν συνάγεσθαι τὸ πρεσβυτάτην εἶναι τῶν διαλέκτων τὴν Δωρίδα, μετὰ δὲ ταύτην γενέσθαι τὴν Αἰολίδα, λαβοῦσαν ἀπὸ Αἰόλου τοὔνομα, τρίτην δὲ τὴν Ἰάδα, λεγομένην ἀπὸ Ἴωνος τοῦ Ξούθου, τετάρτην δὲ τὴν Ἀτθίδα, τεθειμένην ἀπὸ Κρεούσης τῆς Ἐρεχθέως, κληθεῖσαν δὲ τρισὶ γενεαῖς ὕστερον τῶν πρότερον κατὰ Θρᾷκας καὶ τὴν Ὀρειθυίας ἁρπαγήν, ὡς οἱ πλείους τῶν ἱστορικῶν ἀποφαίνουσι. κεχρῆσθαι δὲ τῇ Δωρικῇ διαλέκτῳ καὶ τὸν Ὀρφέα, πρεσβύτατον ὄντα τῶν ποιητῶν.