Ancient Greek · ~3 min
Ζ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 33
Not analysed yet
Δεῖ τοίνυν μετὰ τοῦτο εἰπεῖν ποῖ ἐπεδήμησε καὶ τίσι πρώτοις, τίνας τε λόγους ἐποιήσατο καὶ περὶ τίνων καὶ πρὸς τίνας· οὕτω γὰρ ἂν γένοιτο εὔληπτα ἡμῖν τὰ τῆς διατριβῆς αὐτοῦ τίνα ἦν καὶ ὁποῖα ἐν τῷ τότε βίῳ. λέγεται τοίνυν ὡς ἐπιδημήσας Ιταλίᾳ χαὶ Σικελίᾳ, ἃς κατέλαβε πόλεις δεδουλωμένας ὑπ’ ἀλλήλων, τὰς μὲν πολλῶν ἐτῶν, τὰς δὲ νεωστί, ταύτας φρονήματος ἐλευθερίου ὑποπλήσας διὰ τῶν ἐφ’ ἑκάστης ἀκουστῶν αὐτοῦ ἀνερρύσατο καὶ ἐλευθέρας ἐποίησε, Κρότωνα καὶ Σύβαριν καὶ Κατάνην καὶ Ῥήγιον καὶ Ἱμέραν καὶ Ἀκράγαντα καὶ Ταυρομένιον καὶ ἄλλας τινάς, αἷς καὶ νόμους ἔθετο διὰ Χαρώνδα τε τοῦ Καταναίου καὶ Ζαλεύκου τοῦ Λοκροῦ, δι’ ὧν εὐνομώταται καὶ ἀξιοζήλωτοι ταῖς περιοίκοις μέχρι πολλοῦ διετέλεσαν.