Ancient Greek · ~2 min
Θ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 48
Not analysed yet
σπουδάζειν δὲ καὶ τοῦτο, ὅπως αὐτοί τε μόνας ἐκείνας εἰδήσουσιν, αἵ τε γυναῖκες μὴ νοθεύσουσι τὸ γένος ὀλιγωρίᾳ καὶ κακίᾳ τῶν συνοικούντων· ἔτι δὲ τὴν γυναῖκα νομίζειν ἀπὸ τῆς ἑστίας εἰληφότα μετὰ σπονδῶν καθάπερ ἱκέτιν ἐναντίον τῶν θεῶν εἰσῆχθαι πρὸς αὑτόν. καὶ τῇ τάξει καὶ τῇ σωφροσύνῃ παράδειγμα γενέσθαι τοῖς τε κατὰ τὴν οἰκίαν ἣν οἰκεῖ, καὶ τοῖς κατὰ τὴν πόλιν, καὶ προνοεῖν τοῦ (εἰς) μηδένα μηδ’ ὁτιοῦν ἐξαμαρτάνειν, ὅπως μ, φοβούμενοι τὴν ἐκ τῶν νόμων ζημίαν, ἀδικοῦντες λανθάνωσιν, ἀλλ’ αἰσχυνόμενοι τὴν τοῦ τρόπου καλοκαγαθίαν εἰς τὴν δικαιοσύνην ὁρμῶσι.