Ancient Greek · ~3 min
ΙΓ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 61
Not analysed yet
βοῦν δὲ ἐν Τάραντι ἰδὼν ἐν παμμιγεῖ νομῇ κυάμων χλωρῶν ἐφαπτόμενον, τῷ βουκόλῳ παραστὰς συνεβούλευσεν εἰπεῖν τῷ βοὶ τῶν κυάμων ἀπέχεσθαι. προσπαίξαντος δὲ αὐτῷ τοῦ βουκόλου [περὶ τοῦ εἰπεῖν] καὶ οὐ φήσαντος εἰδέναι βοϊστὶ εἰπεῖν, εἰ δὲ αὐτὸς οἶδε, περισσῶς καὶ συμβουλεύειν, δέον τῷ βοὶ παραινεῖν, προσελθὼν αὐτὸς καὶ εἰς τὸ οὖς πολλὴν ὥραν προσψιθυρίσας τῷ ταύρῳ, οὐ μόνον τότε αὐτὸν ἀμελλητὶ ἑκόντα ἀπέστησε τοῦ κυαμῶνος, ἀλλὰ καὶ εἰσαῦθις λέγουσι μηκέτι γεγεῦσθαι κυάμων τὸ παράπαν τὸν βοῦν ἐκεῖνον, μακροχρονιώτατον δὲ ἐν τῇ Τάραντι κατὰ τὸ τῆς Ἥρας ἱερὸν γηρῶντα διαμεμενηκέναι τὸν ἱερὸν ἀνακαλούμενον Πύθαγόρου βοῦν ὑπὸ πάντων, ἀνθρωπίναις τροφαῖς σιτούμενον, ἃς οἱ ἀπαντῶντες αὐτῷ προσώρεγον.