Ancient Greek · ~4 min
IE.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 65
Not analysed yet
ἐπί τε ὕπνον ἑσπέρας τρεπομένων τῶν ὁμιλητῶν ἀπήλλαττε μὲν αὐτοὺς τῶν ἡμερινῶν ταραχῶν καὶ περιηχημάτων, διεκάθαιρέ τε συγκεκλυδασμένον τὸ νοητικόν, ἡσύχους τε καὶ εὐονείρους, ἔτι δὲ μαντικοὺς τοὺς ὕπνους αὐτοῖς ἀπειργάζετο· ἀπό τε τῆς εὐνῆς πάλιν ἀνισταμένων τοῦ νυκτερινοῦ κάρου καὶ τῆς ἐκλύσεως καὶ τῆς νωχελίας αὐτοὺς ἀπήλλασσε διά τινων ἰδιοτρόπων ᾀσμάτων καὶ μελισμάτων ψιλῇ τῇ κράσει διὰ λύρας ἢ καὶ φωνῆς συντελουμένων. ἑαυτῷ δὲ οὐκέθ’ ὁμοίως δι’ ὀργάνων ἢ καὶ ἀρτηρίας τὸ τοιοῦτον ὁ ἀνὴρ συνέταττε καὶ ἐπόριζεν, ἀλλὰ ἀρρήτῳ τινὶ καὶ δυσεπινοήτῳ θειότητι χρώμενος ἐνητένιζε τὰς ἀκοὰς καὶ τὸν νοῦν ἐνήρειδε ταῖς μεταρσίαις τοῦ κόσμου συμφωνίαις, ἐπακούων, ὡς ἐνέφαινε, μόνος αὐτὸς καὶ συνιεὶς τῆς καθολικῆς τῶν σφαιρῶν καὶ τῶν κατ’ αὐτὰς κινουμένων ἀστέρων ἁρμονίας τε καὶ συνῳδίας, πληρέστερόν τι τῶν θνητῶν καὶ κατακορέστερον μέλος φθεγγομένης διὰ τὴν ἐξ ἀνομοίων μὲν καὶ ποικίλως διαφερόντων ῥοιζημάτων, ταχῶν δὲ καὶ μεγεθῶν καὶ ἐποχήσεων ἐν λόγῳ δή τινι πρὸς ἄλληλα μουσικωτάτῳ διατεταγμένων, κίνησιν καὶ περιπόλησιν εὐμελεστάτην ἅμα καὶ ποικίλως περικαλλεστάτην ἀποτελουμένην.