Ancient Greek · ~3 min
IF.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 68
Not analysed yet
Αὕτη μὲν οὖν διὰ μουσικῆς ἐπετηδεύετο αὐτῷ κατάρτυσις τῶν ψυχῶν· ἄλλη δὲ κάθαρσις τῆς διανοίας ἅμα καὶ τῆς ὅλης ψυχῆς διὰ παντοδαπῶν ἐπιτηδευμάτων οὕτως ἠσκεῖτο παρ’ αὐτῷ. τὸ γεννικὸν τῶν περὶ τὰ μαθήματα καὶ ἐπιτηδεύματα πόνων ᾤετο δεῖν ὑπάρχειν καὶ τὰς τῆς ἐμφύτου πᾶσιν ἀκρασίας τε καὶ πλεονεξίας βασάνους [τε] ποικιλωτάτας τε κολάσεις καὶ ἀνακοπὰς πυρὶ καὶ σιδήρῳ κατ’ αὐτὴν συντελουμένας διαθεσμοθετῆσαι τοῖς χρωμένοις, ἃς οὔτε καρτερεῖν οὔτε ὑπομένειν δύναταί τις κακὸς ὤν. πρὸς δὲ τού τοῖς ἐμψύχων ἀποχὴν πάντων καὶ ἔτι βρωμάτων τινῶν (ἀκολάστων) ταῖς εὐαυγείαις τοῦ λογισμοῦ καὶ εἰλικρινείαις ἐμποδιζόντων κατέδειξεν τοῖς ἑταίροις, ἐχεμυθίαν τε καὶ παντελῆ σιωπὴν πρὸς τὸ γλώσσης κρατεῖν συνασκοῦσαν ἐπὶ ἔτη πολλά, σύντονόν τε καὶ ἀδιάπνευστον περὶ τὰ δυσληπτότατα τῶν θεωρημάτων ἐξέτασίν τε καὶ ἀνάληψιν·