Ancient Greek · ~2 min
IH.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 84
Not analysed yet
καὶ ἄλλα τάδε· φορτίον μὴ συγκαθαιρεῖν, οὐ γὰρ δεῖ αἴτιον γίνεσθαι τοῦ μὴ πονεῖν, συνανατιθέναι δέ· χρυσὸν ἐχούσῃ μὴ πλησιάζειν ἐπὶ τεκνοποιίᾳ· μὴ λέγειν ἄνευ φωτός· σπένδειν τοῖς θεοῖς κατὰ τὸ οὖς τῆς κύλικος οἰωνοῦ ἕνεκεν καὶ ὅπως μὴ ἀπὸ τοῦ αὐτοῦ πίνηται· ἐν δακτυλίῳ μὴ φέρειν σημεῖον θεοῦ εἰκόνα, ὅπως μὴ μιαίνηται· ἄγαλμα γάρ, ὅπερ δεῖ φυτεῦσαι ὲν τῷ οἴκῳ. γυναῖκα οὐ δεῖ ἀδικεῖν τὴν αὑτοῦ, ἱκέτις γάρ· διὸ καὶ ἀφ’ ἑστίας ἀγόμεθα, καὶ ἡ λῆψις διὰ δεξιᾶς. μηδὲ ἀλεκτρυόνα λευκὸν (θύειν)· ἱκέτης γὰρ ἱερὸς τοῦ Μηνός, διὸ καὶ σημαίνουσιν ὥραν.