Ancient Greek · ~4 min
ΙΘ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 92
Not analysed yet
Λακεδαίμονα γοῦν παρειλήφαμεν μετὰ τὸν ὑπ’ ἐκείνου γενόμενον αὐτῇ καθαρμὸν μηκέτι λοιμῶξαι, πολλάκις πρότερον τούτῳ τῷ παθήματι περιπεσοῦσαν διὰ τὴν δυστραπελίαν τοῦ τόπου καθ’ ὃν ᾤκισται, τῶν Ταϋγέτων ὀρῶν πνῖγος ἀξιόλογον αὐτῇ παρεχόντων διὰ τὸ ὑπερκεῖσθαι, καὶ Κρήτης Κνωσσόν. καὶ ἄλλα τοιαῦτα τεκμήρια ἱστορεῖται τῆς τοῦ Ἀβάριδος δυνάμεως. δεξάμενος δὲ Πυθαγόρας τὸν ὀιστὸν καὶ μὴ ξενισθεὶς πρὸς τοῦτο, μηδὲ τὴν αἰτίαν ἐπερωτήσας δι’ ἣν ἐπέδωκεν, ἀλλ’ ὡς ἂν ὄντως ὁ θεὸς αὐτὸς ὤν, ἰδίᾳ καὶ αὐτὸς ἀποσπάσας τὸν Ἄβαριν τόν τε μηρὸν τὸν ἑαυτοῦ ἐπέδειξε χρύσεον, γνώρισμα παρέχων τοῦ μὴ διεψεῦσθαι, καὶ τὰ καθ’ ἕκαστα τῶν ἐν τῷ ἱερῷ κειμένων ἐξαριθμησάμενος αὐτῷ καὶ πίστιν ἱκανὴν παρασχὼν ὡς οὐκ εἴη κακῶς εἰκάσας, προσθείς τε ὅτι ἐπὶ θεραπείᾳ καὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἥκοι, καὶ διὰ τοῦτο ἀνθρωπόμορφος, ἵνα μὴ ξενιζόμενοι πρὸς τὸ ὑπερέχον ταράσσωνται καὶ τὴν παρ’ αὐτῷ μάθησιν ἀποφεύγωσιν, ἐκέλευσέ τε μένειν αὐτοῦ καὶ συνδιορθοῦν τοὺς ἐντυγχάνοντας, τὸν δὲ χρυσὸν ὃν συνήγειρε, κοινῶσαι τοῖς ἐπιτηδείοις, ὅσοιπερ ἐτύγχανον οὕτως ὑπὸ τοῦ λόγου ἠγμένοι ὥστε βεβαιοῦν τὸ δόγμα τὸ λέγον κοινὰ τὰ φίλων δι’ ἔργου.