Ancient Greek · ~3 min
Κ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 94X
Not analysed yet
Πρῶτον μὲν οὖν ἐν τῷ λαμβάνειν τὴν διάπειραν ἐσκόπει εἰ δύνανται ἐχεμυθεῖν· τούτῳ γὰρ δὴ καὶ ἐχρῆτο τῷ ὀνόματι· καὶ καθεώρα εἰ μανθάνοντες ὅσα ἂν ἀκούσωσιν οἷοί τέ εἰσι σιωπᾶν καὶ διαφυλάττειν· ἔπειτα εἰ εἰσὶν αἰδήμονες, ἐποιεῖτό τε πλείονα σπουδὴν τοῦ σιωπᾶν ἤπερ τοῦ λαλεῖν. ἐσκόπει δὲ καὶ τὰ ἄλλα πάντα, μὴ ἄρα πρὸς πάθος ἢ ἐπιθυμίαν ἀκρατήτως ἐπτόηνται, οὐ παρέργως τὰ τοιαῦτα ἀεὶ ἐπιβλέπων, οἷον πῶς πρὸς ὀργὴν ἔχουσιν ἢ πῶς πρὸς ἐπιθυμίαν, ἢ εἰ φιλόνεικοί εἰσιν ἢ φιλότιμοι, ἢ πῶς πρὸς φιλονεικίαν ἔχουσιν ἢ πῶς πρὸς φιλίαν. εἰ δὲ πάντα ἀκριβῶς αὐτῷ ἐπιβλέποντι ἐξηρτυμένοι ἐφαίνοντο τοῖς ἀγαθοῖς ἤθεσι, τότε περὶ εὐμαθείας καὶ μνήμης ἐσκόπει· πρῶτον μὲν εἰ δύνανται ταχέως καὶ σαφῶς παρακολουθεῖν τοῖς λεγομένοις· ἔπειτα εἰ παρέπεταί τις αὐτοῖς ἀγάπησις καὶ σωφροσύνη πρὸς τὰ διδασκόμενα.