Ancient Greek · ~3 min
ΚΑ.
Iamblichus, περὶ τοῦ Πυθαγορικοῦ βίου λόγος 97
Not analysed yet
μετὰ δὲ τὴν τοιαύτην διατριβὴν ἐπὶ τὴν τῶν σωμάτων ἐτρέποντο θεραπείαν. ἐχρῶντο δὲ ἀλείμμασί τε καὶ δρόμοις οἱ πλεῖστοι, ἐλάττονες καὶ πάλαις ἔν τε κήποις καὶ ἐν ἄλσεσιν, οἳ δὲ καὶ ἁλτηροβολίᾳ ἢ χειρονομίᾳ, πρὸς τὰς τῶν σωμάτων ἰσχῦς τὰ εὔθετα ἐπιτηδεύοντες ἐκλέγεσθαι γυμνάσια. ἀρίστῳ δὲ ἐχρῶντο ἄρτῳ καὶ μέλιτι ἢ κηρίῳ, οἴνου δὲ μεθ’ ἡμέραν οὐ μετεῖχον. τὸν δὲ μετὰ τὸ ἄριστον χρόνον περὶ τὰς πολιτικὰς οἰκονομίας κατεγίνοντο, περί τε τὰς ἐξωτικὰς καὶ τὰς ξενικάς, διὰ τὴν τῶν νόμων πρόσταξιν· πάντα γὰρ ἐν ταῖς μετ’ ἄριστον ὥραις ἐβούλοντο διοικεῖν. δείλης δὲ γενομένης εἰς τοὺς περιπάτους πάλιν ὁρμᾶν, οὐχ ὁμοίως κατ’ ἰδίαν, ὥσπερ ἐν τῷ ἑωθινῷ περιπάτῳ, ἀλλὰ σύνδυο καὶ σύντρεις ποιεῖσθαι τὸν περίπατον, ἀναμιμνησκομένους τὰ μαθήματα καὶ ἐγγυμναζομένους τοῖς καλοῖς ἐπιτηδεύμασι.