Ancient Greek · ~2 min
ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ., Chapter 10
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 10-4
Not analysed yet
X. Φίλωνα καὶ Γάϊον καὶ Ἀγαθόποδα, οἳ ἐπηκολούθησάν μοι εἰς λόγον θεοῦ, διάκονοι Χριστοῦ ὄντες, καλῶς ἐποιήσατε ὑποδεξάμενοι ὡς διακόνους Χριστοῦ· οἳ καὶ σφόδρα εὐχαριστοῦσιν τῷ κυρίῳ ὑπὲρ ὑμῶν, ὅτι αὐτοὺς ἀνεπαύσατε κατὰ πάντα τρόπον. 2. οὐδὲν ὑμῖν παραλογισθήσεται, ὧν εἰς αὐτοὺς ἐποιήσατε. δῴη ὑμῖν ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. 3. ἀντίψυχον ὑμῶν τὸ πνεῦμά μου καὶ τὰ δεσμά μου, ἃ οὐχ ὑπερηφανεύσατε οὐδὲ ἐπῃσχύνθητε· διὸ οὐδὲ ὑμᾶς ἐπαισχυνθήσεται ἡ τελεία ἐλπὶς, Ἰησοῦς Χριστός.