Ancient Greek · ~3 min
ΠΡΟΣ ΣΜΥΡΝΑΙΟΥΣ., Chapter 11
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 11-3
Not analysed yet
XI. Αἱ προσευχαὶ ὑμῶν ἤγγισαν εἰς τὴν Ἀντιοχέων ἐκκλησίαν, καὶ εἰρηνεύεται· ὅθεν δεδεμένος πάντας ἀσπάζομαι. οὐκ ὢν ἄξιος ἐκεῖθεν, ἔσχατος αὐτῶν ὤν, κατὰ θέλημα κατηξιώθην, οὐκ ἐκ συνειδήσεως ἐμῆς, ἀλλ’ ἐκ χάριτος θεοῦ· ἣν εὔχομαι τελείαν μοι δοθῆναι, ἵνα ἐν ταῖς προσευχαῖς ὑμῶν θεοῦ ἐπιτύχω. 2. ὅπως οὖν ὑμῶν τὸ ἔργον τέλειον γένηται ἐπὶ τῆς γῆς καὶ ἐν τῷ οὐρανῷ, πρέπει εἰς θεοῦ τιμὴν χειροτονῆσαι τὴν ἐκκλησίαν ὑμῶν θεοπρεσβύτην, εἰς τὸ γενόμενον ἐν Συρίᾳ συγχαρῆναι αὐτοῖς, ὅτι εἰρηνεύουσι καὶ ἀπέλαβον τὸ ἴδιον μέγεθος, καὶ ἀπεκατεστάθη αὐτοῖς τὸ ἴδιον σωμάτιον. 3. ὃ ἐφάνη μοι ἄξιον, τοῦτό ἐστιν, ὥστε πέμψαι τινὰ τῶν ὑμετέρων μετ’ ἐπιστολῆς, ἵνα συνδοξάσῃ τὴν κατὰ θεὸν αὐτοῖς γενομένην εὐδίαν, καὶ ὅτι λιμένος εὐόρμου τετύχηκα Χριστοῦ διὰ τῶν προσευχῶν ὑμῶν. τέλειοι ὄντες τέλεια καὶ φρονεῖτε· θέλουσι γὰρ ὑμῖν εὖ πράττειν καὶ θεὸς ἕτοιμος εἰς τὸ παρασχεῖν.