Ancient Greek · ~2 min
ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ., Chapter 12
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 12-4
Not analysed yet
XII. Ἀσπάζομαι τὸ ἅγιον πρεσβυτέριον. ἀσπάζομαι τοὺς ἱεροὺς διακόνους καὶ τὸ ποθεινόν μοι ὄνομα, ὃν ἐπίδοιμι ἀντὶ ἐμοῦ ἐν πνεύματι ἁγίῳ, ὅταν Χριστοῦ ἐπιτύχω· οὗ ἀντίψυχον γενοίμην. 2. ἀσπάζομαι ὑποδιακόνους, ἀναγνώστας, ψάλτας, πυλωροὺς, τοὺς κοπιῶντας, ἐπορκιστάς, ὁμολογητάς. ἀσπάζομαι τὰς φρουροὺς τῶν ἁγίων πυλώνων, τὰς ἐν Χριστῷ διακόνους. 3. ἀσπάζομαι τὰς χριστολήπτους παρθένους, ὧν ὀναίμην ἐν κυρίῳ Ἰησοῦ. ἀσπάζομαι τὰς σεμνοτάτας χήρας. ἀσπάζομαι τὸν λαὸν κυρίου ἀπὸ μικροῦ ἕως μεγάλου καὶ πάσας τὰς ἀδελφάς μου ἐν κυρίῳ.