Ancient Greek · ~2 min
ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ., Chapter 13
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 13-5
Not analysed yet
XIII. Ἀσπάζομαι Κασσιανὸν καὶ τὴν ὁμόζυγον αὐτοῦ καὶ τὰ φίλτατα αὐτοῦ τέκνα. ἀσπάζεται ὑμᾶς Πολύκαρπος ὁ ἀξιοπρεπὴς ἐπίσκοπος, ᾧ καὶ μέλει περὶ ὑμῶν, ᾧ καὶ παρεθέμην ὑμᾶς ἐν κυρίῳ· καὶ πᾶσα δὲ ἡ ἐκκλησία Σμυρναίων μνημονεύει ὑμῶν ἐν ταῖς προσευχαῖς ἐν κυρίῳ. 2. ἀσπάζεται ὑμᾶς Ὀνήσιμος ὁ Ἐφεσίων ποιμήν. ἀσπάζεται ὑμᾶς Δαμᾶς ὁ Μαγνησίας ἐπίσκοπος. ἀσπάζεται ὑμᾶς Πολύβιος ὁ Τραλλαίων. ἀσπάζεται ὑμᾶς Φίλων καὶ Ἀγαθόπους οἱ διάκονοι, οἱ συνακόλουθοί μου. ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.