Ancient Greek · ~3 min
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ., Chapter 16
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 16
Not analysed yet
XVI. Μὴ πλανᾶσθε, ἀδελφοί μου· οἱ οἰκοφθόροι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 2. εἰ δὲ οἱ τοὺς ἀνθρωπίνους οἴκους διαφθείροντες θανάτῳ καταδικάζονται, πόσῳ μᾶλλον οἱ τὴν Χριστοῦ διδασκαλίαν νοθεύειν ἐπιχειροῦννίαν τίσουσι δίκην, ὑπὲρ ἧς σταυρὸν καὶ θάνατον ὑπέμεινεν ὁ κύριος Ἰησοῦς ὁ τοῦ θεοῦ μονογενής υἱός, οὗ τὴν διδασκαλίαν ὁ ἀθετήσας λιπανθεὶς καὶ παχυνθεὶς εἰς γέενναν χωρήσει; 3. ὁμοίως δὲ καὶ πᾶς ἄνθρωπος ὁ τὸ διακρίνειν παρὰ θεοῦ εἰληφὼς κολασθήσεται, ἀπείρῳ ποιμένι ἐξακολουθήσας καὶ ψευδῆ δόξαν ὡς ἀληθῆ δεξάμενος. τίς κοινωνία φωτὶ πρὸς σκότος ἢ Χριστῷ πρὸς Βελίαρ, ἢ τίς μερὶς πιστοῦ πρὸς ἄπιστον ἢ ναῷ θεοῦ μετὰ εἰδώλων; φημὶ δὲ κἀγώ· τίς κοινωνία ἀληθείας πρὸς ψεῦδος ἢ δικαιοσύνης πρὸς ἀδικίαν ἢ δόξης πρὸς ψευδοδοξίαν;