Ancient Greek · ~2 min
ΠΡΟΣ ΕΦΕΣΙΟΥΣ., Chapter 17
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 17
Not analysed yet
XVII. Διὰ τοῦτο μύρον ἔλαβεν ὁ κύριος ἐπὶ τῆς κεφαλῆς, ἵνα ἡ ἐκκλησία πνέῃ τὴν ἀφθαρσίαν. μύρον γάρ, φησίν, ἐκκενωθὲν ὄνομά σοι· διὰ τοῦτο νεάνιδες ἠγάπησάν σε, εἵλκυσάν σε· ὀπίσω εἰς ὀσμὴν μύρων σου δραμούμεθα. μὴ ἀλειφέσθω δυσωδίαν διδασκαλίας τοῦ αἰῶνος τούτου ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία· μὴ αἰχμαλωτισθῇ ὑπὸ τῆς πανουργίας αὐτοῦ, ὡς ἡ πρώτη γυνή. 2. διὰ τί λογικοὶ ὄντες οὐ γινόμεθα φρονιμοι; διὰ τί ἔμφυτον τὸ περὶ θεοῦ παρὰ Χριστοῦ λαβόντες κριτήριον εἰς ἄγνοιαν καταπίπτομεν, ἐξ ἀμελείας ἀγνοοῦντες τὸ χάρισμα, ὃ εἰλήφαμεν, ἀνοήτως ἀπολλύμεθα;