Ancient Greek
ΠΡΟΣ ΦΙΛΑΔΕΛΦΕΙΣ., Chapter 5
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 5.2-2
Not analysed yet
2. και τους προφητας δε αγαπῶ ὡς Χριστον καταγγείλαντας. ὡς τοῦ αὐτοῦ πνεύματος μετασχόντας. οὗ καὶ οἱ ἀπόστολοι. ὡς γὰρ οἱ ψευδοπροφῆται καὶ οἱ ψευδαπόστολοι ἕν καὶ τὸ αὐτὸ εἴλαυσαν πονηρὸν καὶ ἀπατηλὸν καὶ λαοπλάνον πνεῦμα. οὔτω καὶ οἱ προφῆται καὶ οἱ ἁπόστολοι ἓν καὶ τὸ αὐτὸ ἅγιον πνεῦμα ἀγαθὸν καὶ ἡγεμονικὸν ἀληθές τε καὶ διδασκαλικὸν ἔλαβον παρὰ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ εἰθὲς πνεῦμα.