Ancient Greek
5.3 to 5.4
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 5.3-4
Not analysed yet
3. εἷς γὰρ ὁ θεὸς παλαιᾶς καὶ καινῆς διαθήκης· εἷς ὁ μεσίτης θεοῦ καὶ ἀνθρώπων εἰς τε δημιουργίαν νοητῶν καὶ αισθητῶν καὶ πρόνοιαν πρόσφορον καὶ κατάλληλον· είς δὲ καὶ ὁ παράκλητος, ὁ ἐνεργήσας ἐν Μωσῇ, καὶ προφήταις καὶ ἀποστόλοις. 4. πάντες οὖν οἱ ἅγιοι ἐν Χριστῷ ἐποίησαν. ἐλπίσαντες εἰς αὐτον και αὐτον ἀναμείναντες. καὶ δι’ αὐτοῦ σωτηρίας ἐτυχον, ὄντες ἀξιαγάπητοι καὶ ἀξιοθαύμαστοι ἅγιοι. ὑπὸ Ἰησοῦ Χριστοῦ μεμαρτυρημένοι ἐν τῷ ευαγγελίῳ τῆς κοινῆς ἐλπίδος.