Ancient Greek
ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ., Chapter 7
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 7-5
Not analysed yet
VII. Παύλου καὶ Πέτρου γεγόνατε μαθηταί· μὴ ἀπολέσητε τὴν παραθήκην. μνημονεύσατε Εὐοδίου τοῦ ἀξιομακαρίστου ποιμένος ὑμῶν, ὃς πρῶτος ἐνεχειρίσθη παρὰ τῶν ἀποστόλων τὴν ὑμετέραν προστασίαν. μὴ καταισχύνωμεν τὸν πατέρα, γενώμεθα γνήσιοι παῖδες, ἀλλὰ μὴ νόθοι. 2. οἴδατε, ὅπως συνανεστράφην μεθ’ ὑμῶν. ἃ παρὼν ἔλεγον ὑμῖν, ταῦτα καὶ ἀπὼν γράφω· Εἴ τις οὐ φιλεῖ τὸν κύριον Ἰησοῦν, ἤτω ἀνάθεμα. μιμηταί μου γίνεσθε. ἀντίψυχον ὑμῶν γενοίμην, ὅταν Ἰησοῦ ἐπιτύχω. μνημονεύετέ μου τῶν δεσμῶν.