Ancient Greek
ΠΡΟΣ ΑΝΤΙΟΧΕΙΣ., Chapter 8
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 8-4
Not analysed yet
VIII. Οἱ πρεσβύτεροι, ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον, ἕως ἀναδείξῃ ὁ θεὸς τὸν μέλλοντα ἄρχειν ὑμῶν· ἐγὼ γὰρ ἤδη σπένδομαι, ἵνα Χριστὸν κερδήσω. 2. οἱ διάκονοι γινωσκέτωσαν, οἵου εἰσὶν ἀξιώματος, καὶ σπουδαζέτωσαν ἄμεμπτοι εἶναι, ἵνα ὦσιν μιμηταί Χριστοῦ. ὁ λαὸς ὑποτασσέσθω τοῖς πρεσβυτέροις καὶ τοῖς διακόνοις. αἱ παρθένοι γινωσκέτωσαν, τίνι καθιέρωσαν ἑαυτάς.