Ancient Greek · ~2 min
8.2 to 8.3
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 8.2-3
Not analysed yet
2. ὑμεῖς οὖν ἀναλαβόντες πραότητα γίνεσθε μιμηταὶ παθημάτων Χριστοῦ καὶ ἀγάπης αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, δοὺς ἑαυτὸν ὑπὲρ ἡμῶν λύτρον, ἵνα τῷ αἵματι αὑτοῦ καθαρίσῃ ἡμᾶς παλαιᾶς δυσσεβείας καὶ ζωὴν ἡμῖν παράσχηται, μέλλοντας ὅσον οὐδέπω ἀπόλλυσθαι ὑπὸ τῆς ἐν ἡμῖν κακίας. 3. μηδεὶς οὖν ὑμῶν τι κατὰ τοῦ πλησίον ἐχέτω· ἄφετε γάρ, φησὶν ὁ κύριος ἡμῶν, καὶ ἀφεθήσεται ὑμῖν. μὴ ἀφορμὰς δίδοτε τοῖς ἔθνεσιν, ἵνα μὴ ὀλίγων τινῶν ἀφρόνων εἴνεκεν ὁ λόγος καὶ ἡ διδασκαλία βλασφημῆται. οὐαὶ γάρ, φησὶν ὁ προφήτης ὡς ἐκ προσώπου τοῦ θεοῦ, δι’ οὗ τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν.