Ancient Greek · ~2 min
9.1 to 9.2
Ignatius of Antioch, Epistulae interpolatae et epistulae suppositiciae (recensio longior) [Sp.] 9.1-2
Not analysed yet
IX. Κωφώθητε οὖν, ὅταν ὑμῖν χωρὶς Ἰησοῦ Χριστοῦ λαλῇ τις, τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ γενομένου ἐκ Δαυίδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη καὶ ἐκ θεοῦ καὶ ἐκ παρθένου, ἀλλ’ οὐχ ὡσαύτως· οὐδὲ γὰρ ταὐτὸν θεὸς καὶ ἄνθρωπος. 2. ἀληθῶς ἀνέλαβεν σῶμα· ὁ λόγος γὰρ σὰρξ ἐγένετο· καὶ ἐπολιτεύσατο ἄνευ ἁμαρτίας· τίς γάρ, φησίν, ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας;