Ancient Greek
ΡΩΜΑΙΟΙΣ ΙΓΝΑΤΙΟΣ, Chapter 10
Ignatius of Antioch, Epistulae vii genuinae 10-2
Not analysed yet
Γράφω δὲ ὑμῖν ταῦτα ἀπὸ Σμύρνης δἰ Ἐφεσίων τῶν ἀξιομακαρίστων. ἔστιν δὲ καὶ ἅμα ἐμοὶ σὺν ἄλλοις πολλοῖς καὶ Κρόκος, τὸ ποθητόν μοι ὄνομα. περὶ τῶν προελθόντων με ἀπὸ Συρίας εἰς Ῥώμην εἰς δόξαν τοῦ θεοῦ πιστεύω ὑμᾶς ἐπεγνωκέναι, οἷς καὶ δηλώσατε ἐγγύς με ὄντα. πάντες γάρ εἰσιν ἄξιοι τοῦ θεοῦ καὶ ὑμῶν: οὕς πρέπον ὑμῖν ἐστὶν κατὰ πάντα ἀναπαῦσαι. ἔγραψα δὲ ὑμῖν ταῦτα τῇ πρὸ ἐννέα καλανδῶν Σεπτεμβρίων. ἔρρωσθε εἰς τέλος ἐν ὑπομονῇ Ἰησοῦ Χριστοῦ.