Ancient Greek
ΦΙΛΑΔΕΛΦΕΥΣΙΝ ΙΓΝΑΤΙΟΣ, Chapter 2
Ignatius of Antioch, Epistulae vii genuinae 2-3
Not analysed yet
Τέκνα οὖν φωτὸς ἀληθείας, φεύγετε τὸν μερισμὸν καὶ τὰς κακοδιδασκαλίας: ὅπου δὲ ὁ ποιμήν ἐστιν, ἐκεῖ ὡς πρόβατα ἀκολουθεῖτε. πολλοὶ γὰρ λύκοι ἀξιόπιστοι ἡδονῇ κακῇ αἰχμαλωτίζουσιν τοὺς θεοδρόμους: ἀλλ̓ ἐν τῇ ἑνότητι ὑμῶν οὐχ ἕξουσιν τόπον.