Ancient Greek · ~1 min
ΤΡΑΛΛΙΑΝΟΙΣ ΙΓΝΑΤΙΟΣ, Chapter 6
Ignatius of Antioch, Epistulae vii genuinae 6-2
Not analysed yet
Παρακαλῶ οὖν ὑμᾶς, οὐκ ἐγώ, ἀλλ̓ ἡ ἀγάπη Ἰησοῦ Χριστοῦ: μόνῃ τῇ χριστιανῇ τροφῇ χρῆσθε, ἀλλοτρίας δὲ βοτάνης ἀπέχεσθε, ἥτις ἐστὶν αἵρεσις: οἳ ἑαυτοῖς παρεμπλέκουσιν Ἰησοῦν Χριστὸν καταξιοπιστευόμενοι, ὥσπερ θανάσιμον φάρμακον διδόντες μετὰ οἰνομέλιτος, ὅπερ ὁ ἀγνοῶν ἡδέως λαμβάνει ἐν ἡδονῇ κακῇ τὸ ἀποθανεῖν.