Ancient Greek · ~2 min
ΡΩΜΑΙΟΙΣ ΙΓΝΑΤΙΟΣ, Chapter 6
Ignatius of Antioch, Epistulae vii genuinae 6-3
Not analysed yet
Οὐδέν μοι ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλόν μοι ἀποθανεῖν εἰς Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. ἐκεῖνον ζητῶ, τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα: ἐκεῖνον θέλω, τὸν δἰ ἡμᾶς ἀναστάντα. ὁ δὲ τοκετός μοι ἐπίκειται. σύγγνωτέ μοι, ἀδελφοί: μὴ ἐμποδίσητέ μοι ζῆσαι, μὴ θελήσητε με ἀποθανεῖν: τὸν τοῦ θεοῦ θέλοντα εἶναι κόσμῳ μὴ χαρίσησθε, μηδὲ ὕλῃ ἐξαπατήσητε: ἄφετέ με καθαρὸν φῶς λαβεῖν: ἐκεῖ παραγενόμενος ἄνθρωπος ἔσομαι. ἐπιτρέψατέ μοι μιμητὴν εἶναι τοῦ πάθους τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω ὃ θέλω, καὶ συμπαθείτω μοι εἰδὼς τὰ συνέχοντά με.