Ancient Greek · ~2 min
ΣΜΥΡΝΑΙΟΙΣ ΙΓΝΑΤΙΟΣ, Chapter 7
Ignatius of Antioch, Epistulae vii genuinae 7-4
Not analysed yet
Εὐχαριστίας καὶ πρυσευχῆς ἀπέχονται, διὰ τὸ μὴ ὁμολογεῖν τὴν εὐχαριστίαν σάρκα εἶναι τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παθοῦσαν, ἣν τῇ χρηστότητι ὁ πατὴρ ἤγειρεν. οἱ οὖν ἀντιλέγοντες τῇ δωρεᾷ τοῦ θεοῦ συζητοῦντες ἀποθνήσκουσιν: συνέφερεν δε αὐτοῖς ἀγαπᾶν, ἵνα καὶ ἀναστῶσιν. πρέπον ἐστὶν ἀπέχεσθαι τῶν τοιούτων καὶ μήτε κατ̓ ἰδίαν περὶ αὐτῶν λαλεῖν μήτε κοινῇ, προσέχειν δὲ τοῖς προφήταις, ἐξαιρέτως δὲ τῷ εὐαγγελίῳ, ἐν ᾧ τὸ πάθος ἡμῖν δεδήλωται καὶ ἡ ἀνάστασις τετελείωται. τοὺς δὲ μερισμοὺς φεύγετε ὡς ἀρχὴν κακῶν.