Ancient Greek
ΡΩΜΑΙΟΙΣ ΙΓΝΑΤΙΟΣ, Chapter 8
Ignatius of Antioch, Epistulae vii genuinae 8-3
Not analysed yet
Οὐκέτι θέλω κατὰ ἀνθρώπους ζῆν. τοῦτο δὲ ἔσται, ἐὰν ὑμεῖς θελήσητε. θελήσατε, ἵνα καὶ ὑμεῖς θεληθῆτε. δἰ ὀλίγων γραμμάτων αἰτοῦμαι ὑμᾶς: πιστεύσατέ μοι. Ἰησοῦς δὲ Χριστὸς ὑμῖν ταῦτα φανερώσει, ὅτι ἀληθῶς λέγω: τὸ ἀψευδὲς στόμα, ἐν ᾧ ὁ πατὴρ ἐλάλησεν ἀληθῶς. αἰτήσασθε περὶ ἐμοῦ, ἵνα ἐπιτύχω. οὐ κατὰ σάρκα ὑμῖν ἔγραψα, ἀλλὰ κατὰ γνώμην θεοῦ. ἐὰν πάθω, ἠθελήσατε: ἐὰν ἀποδοκιμασθῶ, ἐμισήσατε.