Ancient Greek
Fragment 4
Ion Phil. et Poeta, Fragmenta 4
Not analysed yet
DIOG. I 119ff. φησὶ δὲ Δοῦρις ἐν τῶι δευτέρωι τῶν Ὥρων [Σαμίων fr. 51 FHG II 481] ἐπιγεγράφθαι αὐτῶι [Pherekydes] τὸ ἐπίγραμμα τόδε· τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δ' ἔτι πλεῖον, Πυθαγόρηι τὠμῶι λέγε [?]ταῦθ', ὅτι πρῶτος ἁπάντων ἔστιν ἀν' Ἑλλάδα γῆν· οὐ ψεύδομαι ὧδ' ἀγορεύων. Ἴων δ' ὁ Χῖός φησι περὶ αὐτοῦ· ὣς ὁ μὲν ἠνορέηι τε κεκασμένος ἠδὲ καὶ αἰδοῖ καὶ φθίμενος ψυχῆι τερπνὸν ἔχει βίοτον, εἴπερ Πυθαγόρης ἐτύμως ὁ σοφὸς περὶ πάντων ἀνθρώπων γνώμας εἶδε καὶ ἐξέμαθεν . . .