Ancient Greek
Fragment 26
Ion Phil. et Poeta, Fragmenta 26
Not analysed yet
θυρσοφόρος μέγα πρεσβεύων Διόνυσος, αὕτη γὰρ πρόφασις παντοδαπῶν λογίων, αἵ τε Πανελλήνων ἀγοραὶ θαλίαι τε ἀνάκτων, ἐξ οὗ βοτρυόεσσ' οἰνὰς ὑπὸ χθονίων πτόρθον ἀνασχομένη θαλερῶι ἐπτύξατο πήχει αἰθέρος· ὀφθαλμῶν δ' ἐξέθορον πυκινοὶ παῖδες, φωνήεντες ὅταν πέσηι ἄλλος ἐπ' ἄλλωι, πρὶν δὲ σιωπῶσιν· παυσάμενοι δὲ βοῆς νέκταρ ἀμέλγονται, πόνον ὄλβιον ἀνθρώποισιν, ξυνὸν τοῦ χαίρειν φάρμακον αὐτοφυές. τοῦ θαλίαι φίλα τέκνα φιλοφροσύναι τε χοροί τε τῶν ἀγαθῶν <. . . . . . . . . >βασιλεὺς οἶνος ἔδειξε φύσιν. τῶι σὺ πάτερ Διόνυσε, φιλοστεφάνοισιν ἀρέσκων ἀνδράσιν, εὐθύμων συμποσίων πρύτανι, χαῖρε· δίδου δ' αἰῶνα καλῶν ἐπιήρανε ἔργων πίνειν καὶ παίζειν καὶ τὰ δίκαια φρονεῖν. ⊗