Ancient Greek
Fragment 3
Ion Phil. et Poeta, Testimonia 3
Not analysed yet
SUID. Ἴων Χῖος. τραγικὸς καὶ λυρικὸς καὶ φιλόσοφος, υἱὸς Ὀρθομένους, ἐπίκλησιν δὲ Ξούθου. ἤρξατο δὲ τὰς τραγωιδίας διδάσκειν ἐπὶ τῆς πβ ὀλυμπιάδος [452—449]. δράματα δὲ αὐτοῦ ιβ, οἱ δὲ λ, ἄλλοι δὲ μ φασίν. (οὗτος ἔγραψε περὶ μετεώρων καὶ συνθέτους λόγους· ὃν παίζων Ἀριστοφάνης ὁ κωμικὸς Ἀοῖόν φησι. οὗτος τραγωιδίαν νικήσας Ἀθήνησιν ἑκάστωι τῶν Ἀθηναίων ἔδωκε Χῖον κεράμιον.)