Ancient Greek · ~1 min
Section 10
Irenaeus, Adversus haereses (liber 3) 10
Not analysed yet
Εἰς τί δὲ καὶ τὸ «ἐν πόλει Δαυὶδ» προσέθηκαν, εἰ μὴ ἵνα τὴν ὑπὸ Θεοῦ γεγενημένην τῷ Δαυὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιος ἔσται Βασιλεύς, πεπληρωμένην εὐαγγελίσωνται; Ἣν ὁ Δημιουργὸς τοῦδε τοῦ παντὸς πεποίητο ἐπαγγελίαν.