Ancient Greek · ~3 min
Section 17
Irenaeus, Adversus haereses (liber 3) 17
Not analysed yet
Αὗται φωναὶ τῆς ἐκκλησίας ἐξ ἧς πᾶσα ἔσχηκεν ἐκκλησία τὴν ἀρχήν· αὗται φωναὶ τῆς μητροπόλεως τῶν τῆς καινῆς διαθήκης πολιτῶν· αὗται φωναὶ τῶν ἀποστόλων, αὗται φωναὶ τῶν μαθητῶν τοῦ Κυρίου, τῶν ἀληθῶς τελείων, μετὰ τὴν ἀνάληψιν τοῦ Κυρίου διὰ τοῦ Πνεύματος τελειωθέντων, καὶ ἐπικαλουμένων τὸν Θεὸν τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, τὸν διὰ τῶν προφητῶν κεκηρυγμένον, καὶ τὸν τούτου Παῖδα, ὃν ἔχρισεν ὁ Θεός, καὶ ἄλλον οὐκ εἰδότων. Οὐ γὰρ ἦν τότε Οὐαλεντῖνος ἐκεῖ, οὐδὲ Μαρκίων, οὐδ' οἱ λοιποὶ ἑαυτῶν τε καὶ τῶν πειθομένων αὐτοῖς καταστροφεῖς. Διὸ καὶ ἐπήκουσεν αὐτῶν ὁ Ποιητὴς τῶν ἁπάντων Θεός· «ἐσαλεύθη» γάρ, φησίν, «ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες τοῦ ἁγίου Πνεύματος, καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παρρησίας παντὶ τῷ θέλοντι πιστεύειν.»